Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.237 Joseph. AJ 2.242 (English) >>Joseph. AJ 2.247

2.240ἐπηκολούθησαν δὲ διώκοντες Αἰθίοπες καὶ μαλακίας ὑπολαβόντες τὸ μὴ κρατεῖν ἁπάσης τῆς Αἰγύπτου τῆς χώρας ἐπὶ πλεῖον ἥπτοντο καὶ γευσάμενοι τῶν ἀγαθῶν οὐκέτʼ αὐτῶν ἀπείχοντο, ὡς δὲ τὰ γειτνιῶντα μέρη πρῶτον αὐτοῖς ἐπερχομένων οὐκ ἐτόλμων ἀντιστρατεύειν, προύβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης οὐδεμιᾶς τῶν πόλεων ἀντέχειν δυνηθείσης. 2.241τῷ δὲ κακῷ πιεζόμενοι πρὸς χρησμοὺς Αἰγύπτιοι καὶ μαντείας τρέπονται· συμβουλεύσαντος δʼ αὐτοῖς τοῦ θεοῦ συμμάχῳ χρήσασθαι τῷ Ἑβραίῳ κελεύει βασιλεὺς τὴν θυγατέρα παρασχεῖν τὸν Μωυσῆν στρατηγὸν αὐτῷ γενησόμενον. 2.242 δὲ ὅρκους ποιησαμένῳ, ὥστε μηδὲν διαθεῖναι κακόν, παραδίδωσιν ἀντὶ μεγάλης μὲν εὐεργεσίας κρίνουσα τὴν συμμαχίαν, κακίζουσα δὲ τοὺς ἱερέας, εἰ κτεῖναι προαγορεύσαντες αὐτὸν ὡς πολέμιον οὐκ ᾐδοῦντο νῦν χρῄζοντες αὐτοῦ τῆς ἐπικουρίας. 2.243

Μωυσῆς δὲ ὑπό τε τῆς Θερμούθιδος παρακληθεὶς καὶ ὑπὸ τοῦ βασιλέως ἡδέως προσδέχεται τὸ ἔργον· ἔχαιρον δʼ οἱ ἱερογραμματεῖς ἀμφοτέρων τῶν ἐθνῶν, Αἰγυπτίων μὲν ὡς τούς τε πολεμίους τῇ ἐκείνου κρατήσοντες ἀρετῇ καὶ τὸν Μωυσῆν ταὐτῷ δόλῳ κατεργασόμενοι, οἱ δὲ τῶν Ἑβραίων ὡς φυγεῖν αὐτοῖς ἐσομένου τοὺς Αἰγυπτίους διὰ τὸ Μωυσῆν αὐτοῖς στρατηγεῖν. 2.244 δὲ φθάσας πρὶν καὶ πυθέσθαι τοὺς πολεμίους τὴν ἔφοδον αὐτοῦ τὸν στρατὸν ἀναλαβὼν ἦγεν οὐ διὰ τοῦ ποταμοῦ ποιησάμενος τὴν ἐλασίαν, ἀλλὰ διὰ γῆς. ἔνθα τῆς αὐτοῦ συνέσεως θαυμαστὴν ἐπίδειξιν ἐποιήσατο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.237 Joseph. AJ 2.242 (English) >>Joseph. AJ 2.247

Powered by PhiloLogic